Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.228 Joseph. AJ 3.232 (English) >>Joseph. AJ 3.237

3.231 μὲν γὰρ κατὰ ἄγνοιαν εἰς τοῦτο προπεσὼν ἄρνα καὶ ἔριφον θήλειαν τῶν αὐτοετῶν προσφέρει, καὶ τῷ μὲν αἵματι δεύει τὸν βωμὸν ἱερεὺς οὐχ ὡς τὸ πρῶτον ἀλλὰ τῶν γωνιῶν τὰς ἐξοχάς, καὶ τούς τε νεφροὺς καὶ τὴν ἄλλην πιμελὴν σὺν τῷ λοβῷ τοῦ ἥπατος ἐπιφέρουσι τῷ βωμῷ, οἱ δὲ ἱερεῖς τάς τε δορὰς ἀποφέρονται καὶ τὰ κρέα ἐπʼ ἐκείνης δαπανήσοντες τῆς ἡμέρας ἐν τῷ ἱερῷ· γὰρ νόμος εἰς τὴν αὔριον ἀπολιπεῖν οὐκ ἐᾷ. 3.232 δὲ ἁμαρτὼν μὲν αὑτῷ δὲ συνειδὼς καὶ μηδένα ἔχων τὸν ἐξελέγχοντα κριὸν θύει τοῦ νόμου τοῦτο κελεύοντος, οὗ τὰ κρέα κατὰ τὸ ἱερὸν ὁμοίως οἱ ἱερεῖς αὐθημερὸν σιτοῦνται. οἱ δὲ ἄρχοντες ἐφʼ οἷς ἡμάρτανον ἐκθυόμενοι ταὐτὰ μὲν κομίζουσι τοῖς ἰδιώταις, διαλλάσσουσι δὲ τῷ προσάγειν θύματα ταῦρον ἔριφον ἄρσενας. 3.233

Νόμος δὲ ταῖς ἰδιωτικαῖς καὶ ταῖς δημοσίαις θυσίαις καὶ ἄλευρον ἐπιφέρεσθαι καθαρώτατον, ἀρνὶ μὲν ἀσσαρῶνος μέτρον κριῷ δὲ δυοῖν ταύρῳ δὲ τριῶν. τοῦτο καθαγνίζουσιν ἐπὶ τῷ βωμῷ μεμαγμένον ἐλαίῳ· 3.234κομίζεται γὰρ δὴ καὶ ἔλαιον ὑπὸ τῶν τεθυκότων ἐπὶ μὲν βοῒ ἰνὸς ἥμισυ, ἐπὶ δὲ κριῷ μέρος τούτου τρίτον τοῦ μέτρου, καὶ τετάρτη μερὶς ἐπʼ ἀρνί· δὲ ἲν μέτρον ἀρχαῖον Ἑβραίων δύναται δύο χόας Ἀττικούς. τὸ δʼ αὐτὸ μέτρον τῷ ἐλαίῳ καὶ οἴνου παρῆγον, σπένδουσι δὲ περὶ τὸν βωμὸν τὸν οἶνον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.228 Joseph. AJ 3.232 (English) >>Joseph. AJ 3.237

Powered by PhiloLogic